Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
  2. ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφαιστος
  1. περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
Κράτος
  1. ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
  2. δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
Ἥφαιστος
  1. ἄραρεν ἥδε γʼ ὠλένη δυσεκλύτως.
Κράτος
  1. καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
  2. μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος
  1. πλὴν τοῦδʼ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.