Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
- ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
- τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
- τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
- ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
- ἅπαντʼ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·
- ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
- ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
- οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
- ὡς μή σʼ ἐλινύοντα προσδερχθῇ πατήρ;
- καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
- βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
- ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
- περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
- ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
- δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
- ἄραρεν ἥδε γʼ ὠλένη δυσεκλύτως.