Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ
  2. τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
Ἰώ
  1. ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
  2. ἀχέτας ὑπνοδόταν νόμον·
  3. ἰὼ ἰὼ πόποι, ποῖ μʼ ἄγουσι τη-
  4. λέπλαγκτοι πλάναι;
  5. τί ποτέ μʼ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδʼ
  6. ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
  7. πημοναῖσιν; ἓ ἕ,
  8. οἰστρηλάτῳ δὲ δείματι
  9. δειλαίαν παράκοπον ὧδε τείρεις;
  10. πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤ
  11. ποντίοις δάκεσι δὸς βοράν,
  12. μηδέ μοι φθονήσῃς
  13. εὐγμάτων, ἄναξ.
  14. ἄδην με πολύπλανοι πλάναι
  15. γεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπα