Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πημονὰς ἀλύξω.
  2. κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
  1. πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
  2. τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
  3. ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
  4. Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰώ
  1. πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις;
  2. εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
  3. τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼ
  4. ἔτυμα προσθροεῖς;
  5. θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
  6. μαραίνει με χρίουσα κέντροις, ἰώ,
  7. φοιταλέοισιν ἓ ἕ·
  8. σκιρτημάτων δὲ νήστισιν
  9. αἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας
  10. ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-
  11. δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,