Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
- τόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰ
- καὶ λέχος σὸν ὑμεναίουν
- ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
- ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.
- τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
- τόνδε χαλινοῖς ἐν πετρίνοισιν
- χειμαζόμενον;
- τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;
- σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι.
- ἆ ἆ, ἒ ἔ,
- χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,
- εἴδωλον Ἄργου γηγενοῦς, ἄλευʼ ἆ δᾶ· φοβοῦμαι
- τὸν μυριωπὸν εἰσορῶσα βούταν.
- ὁ δὲ πορεύεται δόλιον ὄμμʼ ἔχων,
- ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
- ἀλλʼ, ἐμὲ τὰν τάλαιναν