Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἀλλά μοι τόδʼ ἐμμένοι καὶ μήποτʼ ἐκτακείη·
- ἁδύ τι θαρσαλέαις
- τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς
- θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-
- σω δέ σε δερκομένα
- μυρίοις μόχθοις διακναιόμενον .
- Ζῆνα γὰρ οὐ τρομέων
- ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.
- φέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος·
- εἰπὲ ποῦ τίς ἀλκά;
- τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθης
- ὀλιγοδρανίαν ἄκικυν,
- ἰσόνειρον, ᾇ τὸ φωτῶν
- ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε
- τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
- ἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο-
- ὰς τύχας, Προμηθεῦ.