Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
  2. τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστος
  1. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτος
  1. ἅπαντʼ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·
  2. ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστος
  1. ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτος
  1. οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
  2. ὡς μή σʼ ἐλινύοντα προσδερχθῇ πατήρ;
Ἥφαιστος
  1. καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.