Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
- τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
- Μοῖραι τρίμορφοι μνήμονές τʼ Ἐρινύες
- τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
- οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
- τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
- τοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει.
- ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
- ἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶς
- καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
- ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ
- δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
- μηδάμʼ ὁ πάντα νέμων
- θεῖτʼ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
- μηδʼ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα
- βουφόνοις παρʼ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
- μηδʼ ἀλίτοιμι λόγοις·