Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
  2. ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
  3. ἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα.
  4. τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸς
  5. κεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα,
  6. χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς
  7. φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
  8. οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων.
  9. βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
  10. πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορός
  1. μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
  2. σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ
  3. εὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτι
  4. λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύς
  1. οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
  2. κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
  3. δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·