Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων
  2. χρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισιν
  3. ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
  4. αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
  5. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
  6. κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
  7. ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
  8. ἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους·
  9. γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
  10. διώρισʼ, οἵτινές τε δεξιοὶ φύσιν
  11. εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
  12. ἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
  13. ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
  14. σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
  15. ἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν
  16. χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν.
  17. κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν