Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπως
- θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
- γένοινθʼ , ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίους
- ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
- θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦ
- λινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα.
- τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλας
- βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳ
- τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
- πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶν
- πλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσον
- πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
- εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
- τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
- οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
- τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
- οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον,