Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
- τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
- οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
- τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
- οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον,
- οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων
- χρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισιν
- ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
- αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
- τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
- κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
- ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
- ἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους·
- γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
- διώρισʼ, οἵτινές τε δεξιοὶ φύσιν
- εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
- ἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
- ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
- σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
- ἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν