Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
  2. θέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν
  3. ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
  4. ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
  5. καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
  6. ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
  7. μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην.
  8. κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
  9. ζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπως
  10. θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
  11. γένοινθʼ , ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίους
  12. ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
  13. θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦ
  14. λινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα.
  15. τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλας
  16. βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳ
  17. τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορός
  1. πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶν
  2. πλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσον
  3. πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις