Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν.
- κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
- ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
- ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
- ἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα.
- τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸς
- κεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα,
- χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς
- φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
- οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων.
- βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
- πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
- μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
- σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ
- εὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτι
- λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
- οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
- κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
- δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·
- τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ.