Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
  2. ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
  1. τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία.
Κράτος
  1. σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
  2. οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστος
  1. αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτος
  1. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ
  2. τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος
  1. ὦ πολλὰ μισηθεῖσα χειρωναξία.