Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- στένουσιν ἄλγος οἰκτρόν.
- μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳ
- σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
- ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
- καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
- τίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν;
- ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν
- ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
- ἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
- ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
- λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων,
- ἀλλʼ ὧν δέδωκʼ εὔνοιαν ἐξηγούμενος·
- οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
- κλύοντες οὐκ ἤκουον, ἀλλʼ ὀνειράτων
- ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
- ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς
- δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·
- κατώρυχες δʼ ἔναιον ὥστʼ ἀήσυροι
- μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
- ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ