Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
- τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
- θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
- βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
- ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
- ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
- πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
- φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
- ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
- εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
- τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
- ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
- τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία.
- σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
- οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
- αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
- ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ