Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλου
  2. χρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι·
  3. ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
  4. ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
  1. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
  2. ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύς
  1. ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
  2. καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
Ὠκεανός
  1. ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
  2. ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύς
  1. μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν.
Ὠκεανός
  1. ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
  2. κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Προμηθεύς
  1. ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε.
Ὠκεανός
  1. σαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθεύς
  1. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
Ὠκεανός
  1. ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς
  1. τούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ.
Ὠκεανός
  1. ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθεύς
  1. στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.