Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
- Τυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς,
- σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·
- ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας,
- ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ·
- ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
- καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
- ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
- κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
- ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
- καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
- κεῖται στενωποῦ πλησίον θαλασσίου
- ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·
- κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
- Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε
- ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
- τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·
- τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
- θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
- καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.