Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
  2. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
  3. βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
  4. ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
  5. ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
  6. πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
  7. φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
  8. ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κράτος
  1. εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;