Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·
  2. τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
  3. γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
  4. σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,
  5. πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.
  6. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
  7. πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
  8. τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.
  9. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι