Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.
  2. σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.
  3. ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι
  4. γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
  1. ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς
  2. τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
  3. καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
  4. πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.
  5. πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ.