Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
  2. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
  3. νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
  4. εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
  5. ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω
  6. θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
  7. παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
  8. ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,
  9. ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.