Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
  2. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
  3. νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
  4. εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
  5. ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω
  6. θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
  7. παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
  8. ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,
  9. ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
  10. ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·
  11. τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
  12. γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
  13. σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,
  14. πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.
  15. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
  16. πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
  17. τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.