Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
  2. μείζονα μοῖραν νείμαιμʼ ἢ σοί.
  3. γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην
  4. χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ
  5. σήμαινʼ ὅ τι χρή σοι συμπράσσειν·
  6. οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦ
  7. φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
  1. ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
  2. ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
  3. ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
  4. αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα
  5. ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
  6. ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
  7. δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
  8. τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
  9. οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
  1. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι