Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
  2. ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.
  3. σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.
  4. ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι
  5. γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
  1. ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς
  2. τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
  3. καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
  4. πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.
  5. πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
  1. πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
  2. ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
  3. ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
  4. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
  5. δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων.
Προμηθεύς
  1. τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
  2. προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ