Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
  2. ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
  3. αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα
  4. ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
  5. ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
  6. δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
  7. τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
  8. οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
  1. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι