Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
- πίθεσθέ μοι πίθεσθε, συμπονήσατε
- τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη
- πρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει.
- οὐκ ἀκούσαις ἐπεθώυξας
- τοῦτο, Προμηθεῦ.
- καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
- θᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸν
- πόρον οἰωνῶν, ὀκριοέσσῃ
- χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
- χρῄζω διὰ παντὸς ἀκοῦσαι.
- ἥκω δολιχῆς τέρμα κελεύθου
- διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
- τὸν πτερυγωκῆ τόνδʼ οἰωνὸν
- γνώμῃ στομίων ἄτερ εὐθύνων·
- ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
- τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
- ἐσαναγκάζει,
- χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
- μείζονα μοῖραν νείμαιμʼ ἢ σοί.