Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασι
- προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ
- ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
- ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ
- χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
- ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
- πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
- ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
- τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.