Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι;
- ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
- τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν—
- αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
- οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
- οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
- δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
- ἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγειν
- καθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲν
- μεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.
- ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
- ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
- πράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην.
- ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·
- θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
- οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί με
- κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
- τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου.
- καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη,
- πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας