Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
  2. στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
  1. Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
  2. ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·
  3. ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸν
  4. δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
  5. πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
  6. ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
  7. τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
  8. ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασι
  9. προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ
  10. ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
  11. ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ
  12. χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
  13. ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
  14. πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
  15. ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ