Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
- καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
- ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺς
- τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
- τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
- πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν·
- θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
- οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
- ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
- σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
- ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
- μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε
- ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ.
- καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ.
- μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
- θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
- τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
- τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
- μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς.
- πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.