Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
- ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
- σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
- ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
- μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε
- ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ.
- καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ.
- μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
- θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
- τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
- τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
- μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς.
- πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
- καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι;
- ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
- τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν—
- αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.