Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθεύς
  1. οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χορός
  1. δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
  2. ἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγειν
  3. καθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲν
  4. μεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.
Προμηθεύς
  1. ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
  2. ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
  3. πράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην.
  4. ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·
  5. θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
  6. οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί με
  7. κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
  8. τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου.
  9. καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη,
  10. πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
  11. ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.