Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο.
  2. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
  3. νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
  4. ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα
  5. αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
  6. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
  7. καθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέρα
  8. ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
  9. ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
  10. οὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος
  11. τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
  12. καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
  13. ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺς
  14. τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
  15. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
  16. πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν·
  17. θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν