Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
- τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένου
- οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
- κράτιστα δή μοι τῶν παρεστώτων τότε
- ἐφαίνετʼ εἶναι προσλαβόντα μητέρα
- ἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
- ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
- κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
- αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ
- ὁ τῶν θεῶν τύραννος ὠφελημένος
- κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο.
- ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
- νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
- ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα
- αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
- ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
- καθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέρα
- ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
- ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
- οὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος