Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον,
- ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι,
- οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·
- δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
- ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
- ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
- ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου
- στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο,
- οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
- ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
- σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν,
- ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
- Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
- οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς
- ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
- ᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν·
- ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
- καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
- τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει,
- ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν