Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
  2. καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
  3. τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει,
  4. ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν
  5. χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
  6. τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένου
  7. οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
  8. κράτιστα δή μοι τῶν παρεστώτων τότε
  9. ἐφαίνετʼ εἶναι προσλαβόντα μητέρα