Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
  2. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
  3. κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
  4. αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ
  5. ὁ τῶν θεῶν τύραννος ὠφελημένος
  6. κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο.
  7. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
  8. νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
  9. ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα