Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο,
  2. οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
  3. ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
  4. σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν,
  5. ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
  6. Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
  7. οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς
  8. ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
  9. ᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν·