Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
  2. σπεύδων σπεύδοντί ποθʼ ἥξει.
Χορός
  1. πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον,
  2. ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι,
  3. οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·
  4. δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
  1. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
  2. ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
  3. ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου