Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- οὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼ
- καταμηνύσω,
- πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
- ποινάς τε τίνειν
- τῆσδʼ αἰκείας ἐθελήσῃ.
- σὺ μὲν θρασύς τε καὶ πικραῖς
- δύαισιν οὐδὲν ἐπιχαλᾷς,
- ἄγαν δʼ ἐλευθεροστομεῖς.
- ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος·
- δέδια δʼ ἀμφὶ σαῖς τύχαις,
- πᾷ ποτε τῶνδε πόνων
- χρή σε τέρμα κέλ-
- σαντʼ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
- ἀπαράμυθον ἔχει Κρόνου παῖς.
- οἶδʼ ὅτι τραχὺς καὶ παρʼ ἑαυτῷ
- τὸ δίκαιον ἔχων Ζεύς. ἀλλʼ ἔμπας ὀίω
- μαλακογνώμων