Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἔσται ποθʼ, ὅταν ταύτῃ ῥαισθῇ·
- τὴν δʼ ἀτέραμνον στορέσας ὀργὴν
- εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
- σπεύδων σπεύδοντί ποθʼ ἥξει.
- πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον,
- ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι,
- οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·
- δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
- ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
- ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
- ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου
- στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο,
- οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
- ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
- σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν,
- ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
- Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,