Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλας
- ἐχθροῖς ἐπίχαρτα πέπονθα.
- τίς ὧδε τλησικάρδιος
- θεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ;
- τίς οὐ ξυνασχαλᾷ κακοῖς
- τεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶ
- θέμενος ἄγναμπτον νόον
- δάμναται Οὐρανίαν
- γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ
- τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
- ἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖς
- ἐν γυιοπέδαις αἰκιζομένου,
- χρείαν ἕξει μακάρων πρύτανις,
- δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτου
- σκῆπτρον τιμάς τʼ ἀποσυλᾶται.
- καί μʼ οὔτι μελιγλώσσοις πειθοῦς
- ἐπαοιδαῖσιν θέλξει, στερεάς τʼ