Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. φρουρὰν ἄζηλον ὀχήσω.
Χορός
  1. λεύσσω, Προμηθεῦ· φοβερὰ
  2. δʼ ἐμοῖσιν ὄσσοις ὀμίχλα
  3. προσῇξε πλήρης δακρύων
  4. σὸν δέμας εἰσιδούσᾳ
  5. πέτραις προσαυαινόμενον
  6. ταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις.
  7. νέοι γὰρ οἰακονόμοι
  8. κρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖς
  9. δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει.
  10. τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Προμηθεύς
  1. εἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδου
  2. τοῦ νεκροδέγμονος εἰς ἀπέρατον
  3. Τάρταρον ἧκεν,
  4. δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,
  5. ὡς μήτε θεὸς μήτε τις ἄλλος
  6. τοῖσδʼ ἐπεγήθει.