Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- γὰρ ἅδε τάξις πτερύγων
- θοαῖς ἁμίλλαις προσέβα
- τόνδε πάγον, πατρῴας
- μόγις παρειποῦσα φρένας.
- κραιπνοφόροι δέ μʼ ἔπεμψαν αὖραι·
- κτύπου γὰρ ἀχὼ χάλυβος
- διῇξεν ἄντρων μυχόν, ἐκ
- δʼ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·
- σύθην δʼ ἀπέδιλος ὄχῳ πτερωτῷ.
- αἰαῖ αἰαῖ,
- τῆς πολυτέκνου Τηθύος ἔκγονα,
- τοῦ περὶ πᾶσάν θʼ εἱλισσομένου
- χθόνʼ ἀκοιμήτῳ ῥεύματι παῖδες
- πατρὸς, Ὠκεανοῦ,
- δέρχθητʼ, ἐσίδεσθʼ οἵῳ δεσμῷ,
- προσπορπατὸς τῆσδε φάραγγος
- σκοπέλοις ἐν ἄκροις