Prometheus Bound

Aeschylus

Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.

  1. χθόνʼ ἀκοιμήτῳ ῥεύματι παῖδες
  2. πατρὸς, Ὠκεανοῦ,
  3. δέρχθητʼ, ἐσίδεσθʼ οἵῳ δεσμῷ,
  4. προσπορπατὸς τῆσδε φάραγγος
  5. σκοπέλοις ἐν ἄκροις
  6. φρουρὰν ἄζηλον ὀχήσω.
Χορός
  1. λεύσσω, Προμηθεῦ· φοβερὰ
  2. δʼ ἐμοῖσιν ὄσσοις ὀμίχλα
  3. προσῇξε πλήρης δακρύων
  4. σὸν δέμας εἰσιδούσᾳ
  5. πέτραις προσαυαινόμενον
  6. ταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις.
  7. νέοι γὰρ οἰακονόμοι
  8. κρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖς
  9. δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει.
  10. τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Προμηθεύς
  1. εἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδου
  2. τοῦ νεκροδέγμονος εἰς ἀπέρατον
  3. Τάρταρον ἧκεν,
  4. δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,