Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. διʼ ἀπεχθείας ἐλθόνθʼ ὁπόσοι
  2. τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
  3. διὰ τὴν λίαν φιλότητα βροτῶν.
  4. φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύω
  5. πέλας οἰωνῶν; αἰθὴρ δʼ ἐλαφραῖς
  6. πτερύγων ῥιπαῖς ὑποσυρίζει.
  7. πᾶν μοι φοβερὸν τὸ προσέρπον.
Χορός
  1. μηδὲν φοβηθῇς· φιλία
  2. γὰρ ἅδε τάξις πτερύγων
  3. θοαῖς ἁμίλλαις προσέβα
  4. τόνδε πάγον, πατρῴας
  5. μόγις παρειποῦσα φρένας.
  6. κραιπνοφόροι δέ μʼ ἔπεμψαν αὖραι·
  7. κτύπου γὰρ ἀχὼ χάλυβος
  8. διῇξεν ἄντρων μυχόν, ἐκ
  9. δʼ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·
  10. σύθην δʼ ἀπέδιλος ὄχῳ πτερωτῷ.
Προμηθεύς
  1. αἰαῖ αἰαῖ,
  2. τῆς πολυτέκνου Τηθύος ἔκγονα,
  3. τοῦ περὶ πᾶσάν θʼ εἱλισσομένου