Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως
- εἰς ἀπέρατον δίκτυον ἄτης
- ἐμπλεχθήσεσθʼ ὑπʼ ἀνοίας.
- καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ
- χθὼν σεσάλευται·
- βρυχία δʼ ἠχὼ παραμυκᾶται
- βροντῆς, ἕλικες δʼ ἐκλάμπουσι
- στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
- εἱλίσσουσι· σκιρτᾷ δʼ ἀνέμων
- πνεύματα πάντων εἰς ἄλληλα
- στάσιν ἀντίπνουν ἀποδεικνύμενα·
- ξυντετάρακται δʼ αἰθὴρ πόντῳ.
- τοιάδʼ ἐπʼ ἐμοὶ ῥιπὴ Διόθεν
- τεύχουσα φόβον στείχει φανερῶς.
- ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
- αἰθὴρ κοινὸν φάος εἱλίσσων,
- ἐσορᾷς μʼ ὡς ἔκδικα πάσχω.