GetPassage urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:1077-1093 urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:1077-1093
κοὐκ ἐξαίφνης οὐδὲ λαθραίωςεἰς ἀπέρατον δίκτυον ἄτηςἐμπλεχθήσεσθʼ ὑπʼ ἀνοίας.Προμηθεύςκαὶ μὴν ἔργῳ κοὐκέτι μύθῳχθὼν σεσάλευται·βρυχία δʼ ἠχὼ παραμυκᾶταιβροντῆς, ἕλικες δʼ ἐκλάμπουσιστεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνινεἱλίσσουσι· σκιρτᾷ δʼ ἀνέμωνπνεύματα πάντων εἰς ἄλληλαστάσιν ἀντίπνουν ἀποδεικνύμενα·ξυντετάρακται δʼ αἰθὴρ πόντῳ.τοιάδʼ ἐπʼ ἐμοὶ ῥιπὴ Διόθεντεύχουσα φόβον στείχει φανερῶς.ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντωναἰθὴρ κοινὸν φάος εἱλίσσων,ἐσορᾷς μʼ ὡς ἔκδικα πάσχω.